giovedì 26 febbraio 2015

Grande Apodipnon: Μεθ' ἡμῶν ὁ Θεός...- Perché Dio è con noi....



Si tratta di un testo preso da Is 8,9 secondo la versione biblica della Settanta, introdotto e concluso dallo stico: “Dio è con noi, sappia telo, o genti, e siate vinte. Perché Dio è con noi”. Ad ogni versetto del testo il coro risponde: “Perché Dio è con noi”. Si tratta di un testo biblico che tutta la tradizione patristica e liturgica di Oriente e di Occidente ha letto e commentato in chiave cristologica, soprattutto i versetti centrali del testo: “Perché un bambino ci è nato, un figlio ci è stato dato… angelo del gran consiglio… Dio forte, principe di pace”. La tradizione bizantina lo canta nella Quaresima all’ufficiatura del grande apodipnon come professione di fede in Colui che guida la Chiesa, ogni cristiano come angelo del gran consiglio e Dio forte…, verso la redenzione nella Pasqua dello stesso Cristo Signore.



Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἰσχυκότες ἡττᾶσθε.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσειΚύριος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός,
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴταραχθῶμεν.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶαὐτὸς ἔσται ἡμῖν φόβος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰςἁγιασμόν.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι'αὐτοῦ.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶςλάμψει ἐφ' ἡμᾶς.
Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός.
Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης ΒουλῆςἌγγελος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Θαυμαστὸς σύμβουλος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Δόξα...

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ νῦν...

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε